Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.73 Joseph. AJ 4.78 (English) >>Joseph. AJ 4.82

4.76

Ὡς δὲ ταῦτα μετὰ τὴν στάσιν Μωυσῆς διέταξεν, ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἐπὶ τοὺς τῆς Ἰδουμαίας ὅρους ἦλθε καὶ πρέσβεις πρὸς τὸν βασιλέα τῶν Ἰδουμαίων πέμψας ἠξίου δίοδον αὐτῷ παρασχεῖν, πίστεις ἃς αὐτὸς ἐθέλοι λαβεῖν ὑπὲρ τοῦ μηδὲν ἀδικηθήσεσθαι δώσειν ὁμολογῶν, ἀγοράν τε τῷ στρατῷ χορηγῆσαι καὶ τιμὴν τοῦ ὕδατος αὐτοὺς κελεῦσαι καταβαλεῖν. 4.77 δʼ οἷς ἐπρεσβεύσατο Μωυσῆς οὐκ ἀρεσκόμενος οὐδὲ συγχωρῶν τὴν δίοδον ἔνοπλον τὴν στρατιὰν ἀγαγὼν προαπήντα τῷ Μωυσεῖ, κωλύσων αὐτοὺς εἰ τολμήσαιεν βίᾳ περαιοῦσθαι. καὶ Μωυσῆς, ἄρχειν γὰρ μάχης οὐ συνεβούλευσεν θεὸς χρωμένῳ, τὴν δύναμιν ὑπανῆγε διὰ τῆς ἐρήμου ἐκπεριιών. 4.78

Τότε δὴ καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμην τελευτὴ τοῦ βίου καταλαμβάνει τεσσαρακοστὸν ἔτος πεπληρωκυῖαν ἀφʼ οὗ τὴν Αἴγυπτον κατέλιπε μηνὸς δὲ Ξανθικοῦ νουμηνίᾳ κατὰ σελήνην. θάπτουσι δʼ αὐτὴν δημοσίᾳ πολυτελῶς ὑπέρ τινος ὄρους, καλοῦσι Σίν, καὶ πενθήσαντα ἐπὶ τριάκοντα ἡμέρας τὸν λαὸν ἐκάθηρε Μωυσῆς τούτῳ τῷ τρόπῳ· 4.79μόσχον θήλειαν, ἀρότρου μὲν καὶ γεωργίας ἄπειρον ὁλόκληρον δέ, ξανθὴν πᾶσαν, μικρὸν ἄπωθεν τοῦ στρατοπέδου προαγαγὼν εἰς χωρίον καθαρώτατον ἀρχιερεὺς ἔθυέ τε καὶ τοῦ αἵματος ἑπτάκις ἔρρανε τῷ δακτύλῳ ἀντικρὺ τῆς σκηνῆς τοῦ θεοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.73 Joseph. AJ 4.78 (English) >>Joseph. AJ 4.82

Powered by PhiloLogic